Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.274 Joseph. AJ 7.278 (English) >>Joseph. AJ 7.283

7.277ταῦτα τῶν τῆς Ἰούδα φυλῆς ἡγεμόνων εἰπόντων οἱ τῶν ἄλλων ἄρχοντες οὐχ ἡσύχασαν, ἀλλʼἡμεῖς μέν, ἔφασαν, ἀδελφοί, θαυμάζομεν ὑμᾶς αὑτῶν ἀποκαλοῦντας μόνων συγγενῆ τὸν βασιλέα· γὰρ τὴν ἁπάντων ἐξουσίαν παρὰ τοῦ θεοῦ λαβὼν πάντων ἡμῶν εἶναι συγγενὴς κρίνεται. καὶ διὰ τοῦθʼ μὲν λαὸς ἕνδεκα μοίρας ἔχει, μίαν δʼ ὑμεῖς, καὶ πρεσβύτεροι ἐσμέν, καὶ οὐκ ἐποιήσατε δίκαια λεληθότως ἐλθόντες πρὸς τὸν βασιλέα.” 7.278

Τοιαῦτα τῶν ἡγεμόνων πρὸς ἀλλήλους διαλεχθέντων ἀνήρ τις πονηρὸς καὶ στάσει χαίρων, ὄνομα Σαβαῖος υἱὸς δὲ Βοχορίου τῆς Βενιαμίτιδος φυλῆς, στὰς ἐν μέσῳ πρὸς τὸ πλῆθος μέγα βοήσας εἶπεν· “οὔτʼ ἔχει τις ἡμῶν παρὰ Δαυίδου μοίρας οὔτε κλῆρον 7.279παρὰ τῷ Ἰεσσαίου παιδί.” καὶ μετὰ τοὺς λόγους σαλπίσας κέρατι σημαίνει πόλεμον πρὸς τὸν βασιλέα, καὶ πάντες ἠκολούθησαν ἐκείνῳ Δαυίδην καταλιπόντες· μόνη δʼ αὐτῷ παρέμεινεν Ἰούδα φυλὴ καὶ κατέστησεν αὐτὸν εἰς τὸ ἐν Ἱεροσολύμοις βασίλειον. καὶ τὰς μὲν παλλακάς, αἷς υἱὸς αὐτοῦ συνῆλθεν Ἀψάλωμος, εἰς ἄλλην μετήγαγεν οἰκίαν πάντα προστάξας αὐταῖς χορηγεῖν τὰ ἐπιτήδεια τοὺς ἐπιμελομένους, αὐτὸς δʼ οὐκέτʼ ἐπλησίαζεν αὐταῖς. 7.280ἀποδείκνυσι δὲ καὶ τὸν Ἀμασὰν στρατηγὸν καὶ τὴν τάξιν αὐτῷ ἐφʼ ἧς Ἰώαβος ἦν δίδωσιν ἐκέλευσέ τε στρατιὰν ὅσην δύναται συναγαγόντʼ ἐκ τῆς Ἰούδα φυλῆς μεθʼ ἡμέρας τρεῖς ὡς αὐτὸν ἐλθεῖν, ἵνα παραδοὺς αὐτῷ πᾶσαν τὴν δύναμιν ἐκπέμψῃ πολεμήσοντα τὸν υἱὸν τοῦ Βοχορίου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.274 Joseph. AJ 7.278 (English) >>Joseph. AJ 7.283

Powered by PhiloLogic